Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.93 Joseph. AJ 19.99 (English) >>Joseph. AJ 19.104

19.97λαμβάνεται δʼ αὐτοῦ τῆς στολῆς Γάιος κατὰ φιλοφροσύνην δῆθεν καίποῖ δή, φησίν, μακάριε;” καὶ μὲν αἰδοῖ δοκεῖν τοῦ Καίσαρος καθίζει, κρείσσων δʼ φόβος ἦν ὀλίγον τε διαλιπὼν εἶτα διανίσταται. 19.98καὶ Γάιος οὐδὲν ἐμποδὼν ἦν ἐξιόντι δοκῶν ἐπί τινι τῶν ἀναγκαίων ποιεῖσθαι τὴν ἔξοδον. Ἀμβρώνας δὲ καὶ αὐτὸς παρῄνει τῷ Γαΐῳ καθὸ πρότερον ὑπεξελθόντι πρός τε λουτρῷ καὶ ἀρίστῳ γενέσθαι καὶ ἔπειτα δὲ εἰσελθεῖν, χρῄζων ἐπὶ πέρας ἀχθῆναι τὰ ἐγνωσμένα. 19.99

Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν. 19.100καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους. 19.101καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπʼ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.93 Joseph. AJ 19.99 (English) >>Joseph. AJ 19.104

Powered by PhiloLogic